Φίλιππος
Ἀριστοτέλει χαίρειν.
Ἴσθι
μοι γεγονότα υἱόν. πολλὴν οὖν τοῖς
θεοῖς ἔχω χάριν, οὐχ οὕτως ἐπὶ τῇ
γενέσει τοῦ παιδός, ὡς ἐπὶ τῷ κατὰ
τὴν σὴν ἡλικίαν αὐτὸν γεγονέναι.
ἐλπίζω γάρ αὐτὸν ὑπὸ σοῦ τραφέντα
καὶ παιδευθέντα ἄξιον ἔσεσθαι καὶ
ἡμῶν καὶ τῆς τῶν πραγμάτων διαδοχῆς.
You can read a translation to Latin and English in Rolfe's 3 volume Loeb edition of the Attic Nights.
No comments:
Post a Comment