For those of you who may not have a copy of Campbell or Loeb's Lyra Graeca or Trypanis
here is the SWALLOW SONG in a slightly larger font size and double spaced
This should print out or save to one a4 page
SWALLOW
SONG
ἦλθ̓
ἦλθ̓ χελιδὼν
καλὰς
ὥρας
ἄγουσα,
καλοὺς
ἐνιαυτούς,
ἐπὶ
γαστέρα
λευκά,
ἐπὶ
νῶτα
μέλαινα.
παλάθαν
σὺ προκύκλει
ἐκ
πίονος οἴκου
οἴνου
τε δέπαστρον
τυροῦ
τε κάνυστρον.
καὶ
πύρνα χελιδὼν
καὶ
λεκιθίταν
οὐκ
ἀπωθεῖται.
πότεῤ ἀπίωμες
ἢ λαβώμεθα;
εἰ
μέν τι δώσεις.
εἰ δὲ μή, οὐκ
ἐάσομες.
ἢ
τὰν θύραν
ϕέρωμες ἢ τὸ ὑπέρθυμρον
ἢ
τὰν γυναῖκα
τὰν ἔσω
καθημέναν.
μικρὰ
μέν ἐστι, ῥᾳδίως
νιν οἴσομες.
ἄν
δὴ φέρῃς τι,
μέγα δή τι φέροις.
ἄνοιγ̓
ἄνοιγε
τὰν θύραν
χελιδόνι.
οὐ
γὰρ γέροντές
ἐσμεν,
ἀλλὰ παιδία.
Notes and translations in next post